Ancient Greek · ~3 min
1 to 11
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-52-11
Not analysed yet
Βασίλεια· πόλις καὶ τὸ κύριον καὶ ἡ βασίλισσα προπαροξύνεται, βασιλεία· ἡ ἀρχὴ παροξύνεται, ἀπὸ τοῦ βασιλεύω γάρ. βάτος· ἡ ἄκανθα παροξύνεται, βατός· ὁ τόπος ὀξύνεται. Βῆλος· τὸ κύριον προπερισπᾶται, βηλός· ὁ οὐρανὸς ὀξύνεται. βίος· ἡ ζωὴ παροξύνεται, βιός· τὸ τόξον ὀξύνεται. Βίων· τὸ κύριον παροξύνεται· γέγονεν οὗτος περιπατητικὸς φιλόσοφος, βιῶν· ἡ μετοχὴ περισπᾶται. βόων· ἡ φυλακὴ παροξύνεται, βοῶν· ἡ μετοχὴ περισπᾶται καὶ τῶν ζῴων. βροτός· ὁ ἄνθρωπος ὀξύνεται, βρότος· τὸ μίασμα, ὁ φόνος παροξύνεται. βροῦχος· τὸ ζῷον, Βρουχός· ὀξύνεται ὁ κῆρυξ ἀπὸ τοῦ φωνεῖν. βρύων· ἡ μετοχὴ παροξύνεται, Βρυών· ὁ αἰγιαλὸς Κυρήνης ὀξύνεται. βλῆχρον· ἡ λεγομένη βοή, βληχρόν· τὸ ἀσθενές. Βαῖος· τὸ κύριον ὄνομα, ὁ τὴν Ἀλεξάνδραν γράψας, βαιός· ὁ μικρὸς καὶ ὀλίγος.