Ancient Greek
1 to 8
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-53-8
Not analysed yet
Γαλήνη· τὸ κύριον, ἡ τῆς θαλάσσης ἡσυχία παροξύνεται, γαληνή· ἡ ἥσυχος ὀξύνεται. Γαλάτεια· τὸ κύριον προπαροξύνεται· ἔστι δὲ ὄνομα Νηρεΐδος, Γαλατεία· ἡ χώρα παροξύνεται. γαῦλος· ὁ εὐαπάτητος προπερισπωμένως, γαυλός· τὸ ποιμενικὸν σκεῦος, ἀγγεῖον εἰς ὃ δέχονται τὸ γάλα. Γλαύκη· τὸ κύριον παροξύνεται, γαλυκή· ἡ γλαυκόφθαλμος ὀξύνεται. Γέλων· τὸ κύριον παροξύνεται· γέγονεν δὲ Σικελίας τύραννος, γελῶν· ἡ μετοχὴ περισπωμένως. γέλοιος· ὁ γελοποιὸς προπαροξυτόνως, γελοῖος· ὁ καταγέλαστος προπερισπωμένως. Γεραῖος· τὸ ἐθνικὸν προπερισπᾶται· ἔστιν δὲ ἔθνος τῆς Ἀραβίας, γεραιός· ὁ πρεσβύτης ὀξύνεται. Γαλῦκος· ὁ ἰχθὺς καὶ τὸ κύριον προπερισπᾶται, γλαυκός· τὸ τριγενὲς καὶ γλαυκόφθαλμον ὀξύνεται.