Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 110
Not analysed yet
Ἧττον δὲ τοῦ θέρους γίνεται ἢ ἔαρος καὶ μετοπώρου, μᾶλλον μέντοι ἢ χειμῶνος, ὅτι ξηρότερος ὁ ἀὴρ τοῦ θέρους, ἐν δὲ τῷ ἔαρι ἕτι ὑγρός, ἐν δὲ τῷ μετοπώρῳ ἤδη ὑγραίνεται· γίνονται δέ ποτε, καθάπερ εἴρηται, καὶ τῆς ὀπώρας χάλαζαι διὰ τὴν αὐτὴν αἰτίαν. Ὅπερ ἄν τις ἠπόρησε πρὸς τὴν ἀποδοθεῖσαν τῆς χαλάζης αἰτίαν ὑπ’ αὐτοῦ, λέγω τὴν ἀντιπερίστασιν τοῦ θερμοῦ καὶ ψυχροῦ, αὐτὸς προσαπορεῖ καὶ ἐπιλύεται. διὰ τί γὰρ μὴ ἐν θέρει γίνονται χάλαζαι θερμότητος οὔσης, δι’ ἣν ἡ ἀντιπερίστασις τοῦ ψυχροῦ γίνεται; ὅτι τὸ ὑλικὸν αἴτιον ἡ ὑγρότης ἐπιλείπει τότε ἐξ ἧς αἱ ἀναθυμιάσεις γίνονται. πάντων γὰρ τῶν καιρῶν ξηρότερόν ἐστι τὸ θέρος καὶ θερμότερον, τὸ δὲ ἔαρ ὑγρόν ἐστι καὶ θερμόν, τὸ μὲν ὡς τὸν χειμῶνα διαδεξάμενον, τὸ δὲ ὡς πλησιάζον τῷ θέρει· ἀμφοῖν δὲ τούτοιν δεῖ πρὸς χαλάζης γένεσιν. τὸ δὲ μετόπωρον εἰ καὶ τῷ ξηρῷ καὶ ψυχρῷ χαρακτηρίζεται τὸ μὲν ἐκ τοῦ θέρους ἔχον, τὸ δὲ ἐκ τοῦ πλησιάζοντος χειμῶνος ἐπὶ θύραις ὄντος, ἀλλ’ οὐ θερμότητος ἀπήλλακται παντελῶς. τὸ θέρος γὰρ διεδέξατο. ὁ δὲ χειμὼν τὴν ὑλικὴν μὲν αἰτίαν ἔχει πολλὴν τῷ ὑγρῷ, ἐκλείπει δὲ τῷ θερμῷ, ὅπερ τῆς ἀντιπεριστάσεως ἦν αἴτιον τῷ ψυχρῷ. καὶ τῆς ὀπώρας δέ, φησί, χάλαζαι γίνονταί ποτε, ὅπερ τοῦ θερμοῦ ἐστι τέλος, ἔτι μὲν αὐτῷ τῆς τοῦ θέρους ἐπιμενούσης θερμότητος, εἰ καὶ μὴ οὕτως ἀκμαίως, οὐκ ἀπηλλαγμένου δὲ τοῦ καιροῦ τούτου παντελῶς ὑγρότητος, ὡς καὶ ὑετοὺς ἐν αὐτῷ πολλάκις γίνεσθαι. μεταδιδοὺς γὰρ ὁ καιρὸς οὗτος τῷ μετοπώρῳ θερμότητος ὑγρότητος ἐξ αὐτοῦ μεταλαμβάνει μετρίας· διόπερ σπανίως, γίνονται δ’ ὅμως καὶ ἐν αὐτῷ χάλαζαι.