Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 111
Not analysed yet
Συμβάλλεται δ’ ἕτι πρὸς τὴν ταχυτῆτα τῆς πήξεως καὶ τὸ προτεθερμάνθαι τὸ ὕδωρ· θᾶττον γὰρ ψύχεται. διὸ πολλοὶ ὅταν τὸ ὕδωρ ψῦξαι ταχὺ βουληθῶσιν, εἰς τὸν ἥλιον τιθέασι πρῶτον. |Ὅτι τὰ προθερμανθέντα μᾶλλον ψύχεται, μάρτυρα τὴν κοινὴν ἀπάντων 108r ἐπικαλεῖται πεῖραν. τὸ δὲ αἴτιον ὅτι οὐδὲν ποιεῖν εἰς τὸ ὅμοιον οὐδὲ πάσχειν ὑπὸ τοῦ ὁμοίου πέφυκε· τὰ ἐναντία γάρ ἐστι τὰ εἰς ἄλληλα δρῶντα καὶ πάσχοντα ὑπ’ ἀλλήλων. προθερμανθὲν δὲ ἠρέμα τὸ ὕδωρ καὶ ἐν ἀέρι ψυχρῷ τιθέμενον ὡς ὑπὸ τοῦ ἐναντίου τοῦ ψυχροῦ πάσχει μᾶλλον, ἤπερ <εἰ> μὴ ἐθερμάνθη. καὶ ἄλλως τὸ θερμὸν λεπτύνει τὰ θερμαινόμενα μανότερα ποίει. ***