Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 29
Not analysed yet
Οὐδὲν δὲ κωλύει καὶ διὰ τὴν κύκλῳ φορὰν κωλύεσθαι συνίστασθαι νέφη ἐν τῷ ἀνωτέρω τόπῳ· ῥεῖν |γὰρ ἀναγκαῖον ἅπαντα τὸν κύκλῳ ἀέρα, ὅσος μὴ ἐντὸς τῆς περιφερείας λαμβάνεται τῆς ἀπαρτιζούσης ὥστε τὴν γῆν σφαιροειδῆ εἶναι πᾶσαν. οὐ μόνον, φησίν, ὡς ξηρὸς καὶ θερμὸς ὁ ἐκεῖσε ἀὴρ οὐ συγκρίνεται εἰς νέφη, ἀλλ’ ὅτι καὶ κύκλῳ τοῖς οὐρανίοις συμπεριάγεται οἱονεὶ περιρρέων. ἡ συνεχὴς οὖν κίνησις συγκρίνεσθαι αὐτὸν οὐκ ἐᾷ, ἀλλ’ εἰ καὶ ἀτμιδῶδές τι συμβαίνει τυχεῖν ἐν αὐτῷ, διαλύει τοῦτο εὐθὺς ἡ κίνησις. δύο γὰρ περιφερεῖς ἐπιφάνειαι νοοῦνται τῆς γῆς, ἡ μὲν ἐκβαλλομένῃ διὰ τῆς πεδιάδος, ἧς ὑπερανέστηκε τὰ ὄρη, ἡ δὲ διὰ τῆς κορυφῆς τῶν ὀρῶν, ἧς αἱ πεδιάδες κατωτέρω εἰσὶ καὶ κοιλότεραι. φησὶν οὖν τὸν μὲν ἐντὸς ἀέρα τῆς ἔξωθεν περιφερείας τῆς ἀπὸ τῶν ὀρῶν ἐκβαλλομένης μεταξὺ τούτων ἐναπειλημμένον καὶ οἱονεὶ λιμνάζοντα μὴ τοῖς οὐρανίοις συμπεριάγεσθα, ἀλλ’ οἱονεί τινα λίμνην μεταξὺ τούτων οὖσαν ἀκίνητον (τοιαῦτα γὰρ τὰ λιμναῖα τῶν ὑδάτων), τὸν δὲ ὑπὲρ τὰς κορυφὰς τῶν ὑψηλοτάτων ὀρῶν ἀέρα καὶ τὸ ὑπὲρ τοῦτον ὑπέκκαυμα τῇ τοῦ κυκλοφορικοῦ σώματος κινήσει συνεφέλκεσθαι. τοῖς μὲν γάρ οὐρανίοις προσεχές ἐστι τὸ ὑπέκκαυμα, τούτῳ δὲ πάλιν ὁ ὑπ’ αὐτὸ ἀήρ· ὥστε τὸ μὲν τοῖς οὐρανίοις, τὸν δὲ τῷ ὑπεκκαύματι καύματι συνεφέλκεσθαι καὶ διὰ τοῦτο μὴ συγκρίνεσθαι τοῦτον εἰς νέφη. ῥεῖν γὰρ ἀναγκαῖον ἅπαντα τὸν κύκλῳ ἀέρα, ὅσος μὴ ἐντὸς τῆς περιφερείας λαμβάνεται τῆς ἀπαρτιζούσης ὥστε τὴν σφαιροειδῆ εἶναι πᾶσαν. καὶ οὐκ ἔστιν ἀκριβῶς ἡ γῆ σφαῖρα· καὶ κοιλότητας γὰρ ἔχει βαθείας, εἰς ἃς τὸ ὕδωρ συνερρύη καὶ ἀνεπλήρωσε ταύτας, καὶ ὀρῶν ἀνατάσεις καὶ φάραγγας. πάλιν οὖν ὁ μεταξὺ τούτων ἐναπειλημμένος ἀὴρ ἀναπληρῶν αὐτὰς μίαν ἀποτελεῖ τῆς γῆς σφαῖραν ἐκβαλλομένης διὰ τῶν κορυφῶν τῶν ὀρῶν περιφερείας τινὸς ἐσχάτης, ὥστε εἶναι πᾶσαν σφαιροειδῆ μετὰ τοῦ ἐναπειλημμένου ὕδατος καὶ τοῦ μεταξὺ τῶν δρῶν καὶ τῶν φαράγγων ἀέρος. οὕτως οὖν ὁ ὑπὲρ τὴν περιφέφειαν ταύτην ἀὴρ ἐξ ἀνάγκης ἔξωθεν περιρρεῖ τῇ περιφορᾷ τῶν οὐρανίων συν- εφελκόμενος ἅμα τῷ ὑπεκκαύματι, οὐ φυσικὴν ἔχων κατ’ Ἀριστοτέλην ταύτην τὴν κίνησιν, ἀλλ’ ἐκ τῆς ἔξωθεν τοῦ κυκλοφορικοῦ σώματος ἀνάγκης. ἰστέον δ’ ὅτι τοῖς Πλατωνικοῖς οὐ συνεφέλκεσθαι δοκεῖ τῷ οὐρανῷ τό τε ὑπέκκαυμα καὶ ὁ προσεχὴς ἀήρ, ἀλλὰ φυσικὴν ἔχειν τὴν τοιαύτην κίνησιν· τῶν γὰρ ὁλοτήτων αἱ μέν εἰσιν ἀκίνητοι, φασίν, ὡς ἡ τῆς γῆς καὶ τοὺ ὕδατος, αἱ δὲ κύκλῳ κινοῦνται, ὡς ἡ τοῦ ἀέρος καὶ ἡ τοῦ ὑπεκκαύματος· ἐπ’ εὐθείας γὰρ οὐδεμία τῶν ὁλοτήτων κινεῖται. περὶ δὲ τούτων οὐ τοῦ παρόντος γυμνάζειν καιροῦ· διηγώνισται γὰρ ἡμῖν ἐντελῶς ἐν ἑτέροις.