Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 30
Not analysed yet
Φαίνεται γὰρ καὶ νῦν οὖσα ἡ τῶν ἀνέμων γένεσις ἐν τοῖς λιμνάζουσι τό ποις τῆς γῆς, καὶ οὐχ ὑπερβάλλειν τὰ πνεύματα τῶν ὑψηλοτάτων δρῶν. Ὁτι αἱ τῶν νεφῶν συστάσεις ἐν τῷ λιμνάζοντι ἀέρι μεταξὺ τῶν ὀρῶν γίνονται, καὶ διὰ τῆς τῶν ἀνέμων κατασκευάζει γενέσεως· καὶ οὗτοι γὰρ ἐν τοῖς αὐτοῖς συνίστανται τόποις, οὐκ ἐν τῷ συνεφελκομένῳ ἀέρι τοῖς πέριξ. εἰ γὰρ ἐκεῖ συνίσταντο, μίαν καὶ τὴν αὐτὴν ἐκείνῳ πάντες ἐκινοῦντο· νῦν δὲ ἀπὸ παντὸς τόπου καὶ τῶν ἐναντίων ῥέουσι δύσεως ἀνατολῆς, ἄρκτου μεσημβρίας, καὶ τῶν μεταξὺ τούτων, ὥστε πολλάκις καὶ ἀντιπνέειν ἀλλήλοις τῆς ὕλης αὐτῶν ἐκ τῶν ἐναντίων κινουμένης τόπων. καὶ ἄλλως ἐδεῖ. ξαμεν ὥς ἐστιν ὑπερνεφῆ τὰ ὄρη καὶ ὑπερήνεμα.