Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 50
Not analysed yet
Πάντα δὲ κάτω ταῦτα σελήνης γίνεται. σημεῖον δ’ ἡ φαινομένη αὐτῶν ταχυτὴς ὁμοία οὖσα τοῖς ὑφ’ ἡμῶν ῥιπτουμένοις, ἃ διὰ τὸ πλησίον εἶναι ἡμῶν πολὺ δοκεῖ τῷ παραλλάττειν ἄστρα τε καὶ ἥλιον καὶ σελήνην. Τὴν παιδικὴν ὑπόνοιαν τῶν οἰομένων κατ’ ἀλήθειαν ἀστέρων διαδρομὰς τὰς τῶν διαισσόντων κινήσεις ἔστι μὲν ἐλέγξαι καὶ ἐκ τοῦ πάντας ἀναγεγρά- φθαι τοὺς διαφανεῖς τῶν ἀπλανῶν ἀστέρων ὑπὸ τῶν ἀστρονόμων, τῶν ἀπὸ πρώτου μέχρις ἕκτου μεγέθους, καὶ ἀεὶ τοὺς αὐτοὺς καὶ ὡσαύτως ἔχοντας καὶ ἐν τοῖς αὐτοῖς τόποις μένοντας ὁρᾶσθαι διηνεκῶς· αὐτὸς δὲ νῦν διὰ τοῦ φαινομένου τάχους τῆς κινήσεως αὐτῶν τοῦτο δείκνυσιν. ὡς γὰρ τὰ ὑφ’ ἡμῶν ῥιπτόμενα, φησίν, οἷον λίθοι, βέλη, ἀκόντια, διὰ τὸ πλησίον ἡμῶν ὑπάρχειν θᾶττον ἡμῖν δοκεῖ καὶ αὐτῶν κινεῖσθαι τῶν ἀστέρων, οὐδ’ εἰπεῖν ἔστιν ὅσῳ βραδυτέραν τὴν κίνησιν ἔχοντα, οὕτω καὶ οἱ διᾴτ- τοντες διὰ τὸ κάτω πολὺ τῆς σελήνης καὶ πλησίον ἡμῶν διατρέχειν ταχύτερον δοκοῦσι τῶν ἄστρων κινεῖσθαι τῷ θᾶττον τὰς ὄψεις ἡμῶν παραλλάττειν. ὡς γὰρ ἀπὸ σημείου τινὸς τῆς κόρης τῶν ὄψεων ἡμῶν κωνοειδῶς ἐξιουσῶν, ὁπόσον περαιτέρω προίασιν αἱ ἀκτῖνες τῶν ὀφθαλμῶν, τοσούτῳ κτὰ τὸ μέσον διίστανται μᾶλλον καὶ τὸν κῶνον εὐρύνουσι. τὰ μὲν οὖν ἐγγύτερον ἡμῶν κινούμενα διὰ μικροτέρας τῆς μεταξὺ τῶν ἀκτίνων δια- στάσεως φερόμενα θᾶττον τὴν ἐξ αὐτῶν ἀποτελουμένην παραλλάττουσι γωνίαν, ἐν ᾗ τῶν ὁρατῶν ἡ κρίσις γίνεται, διὸ ταχυκίνητα εἶναι δοκεῖ· τὰ δὲ πορρωτέρω μείζονα τὴν μεταξὺ τῶν ὄψεων διάστασιν φέροντι, καὶ ὅσῳ πορρώτερον ὄντα τυγχάνουσι, τοσούτῳ μείζονα, κἀντεῦθεν ἐν πλείονι χρόνῳ τὴν γωνίαν τὴν ἐκ τῶν ὄψεων γινομένην παραλλάττουσιν. ἐπεὶ οὖν κατὰ τὴν γωνίαν ταύτην, ὡς εἶπον, αἱ τῶν ὁρατῶν γίνονται κρίσεις, τὰ μὲν θᾶττον τὴν μεταξὺ τῶν ὄψεων διάστασιν παραλλάσσοντα ταχύτερα εἶναι δοκεῖ, τὰ δὲ ἄλλως βραδύτερα. ἀεὶ δὲ αἱ πορρωτέρω τῶν ὀφθαλμῶν διαστάσεις τὴν μεταξὺ τῶν ἐκβαλλομένων ὄψεων διάστασιν ποιοῦσι μείζονα, διὸ καὶ πλείονος, ὡς εἶπον, χρόνου δεῖ τῷ κινουμένῳ τὴν μείζονα διελθεῖν. εἰκότως ἄρα τὰ μὲν πορρωτέρω τῶν ὄψεων κινούμενα βραδύτερα φαίνεται, τὰ δὲ ἐγγυτέρω ταχύτερα. διὸ τὰ λίαν ἀφεστῶτα σχεδὸν οὐδὲ [τὰ] κινούμενα φαίνεται· τὰ γοῦν ἀπλανῆ τὰ πάντων ὀξύτατα ἠρεμεῖν τοῖς ὁρῶσι δοκεῖ διὰ τὴν ὑπερβολὴν τῆς ἐξ ἡμῶν ἀποστάσεως. μέχρι δὲ τῶν ἐνταῦθα συμπεράνας τὴν περὶ τῶν διᾳττόντων ἀστέρων διδασκαλίαν ἐφ’ ἕτερα τῶν συμβαινόντων ἐν τοῖς μετεώροις παθῶν μετέρχεται.