Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 59
Not analysed yet
Διὰ δὲ τὸ ὑπολείπεσθαι βραδύτατα τῷ χρόνῳ διὰ πλείστου χρόνου φαίνεσθαι τῶν ἄλλων ἄστρων. Τὸ ὑπολείπεσθαι βραδύτατα τῷ χρόνῳ ὁ Ἀλέξανδρος ἐξηγούμενος βραδυτάτῳ χρόνῳ ὑπολείπεται, φησί, τουτέστι τὸν ἑαυτοῦ περίεισι κύκλον. ὑπολείπεσθαι γὰρ οἱ πλανῆται λέγονται ἣν αὐτοὶ καθ’ αὑτοὺς κινοῦνται κίνησιν, ἀνάπαλιν οὖσαν ἢ ὑπὸ τῆς ἀπλανοῦς περιφέρονται. λέγονται δὲ ὑπολείπεσθαι, ὅτι διὰ ταύτην τὴν κίνησιν ὑστερίζοντες φαίνονται τῶν ἄλλων πλανητῶν μὴ οὕτω βραδέως ὑπολειπομένων. ταῦτα μὲν οὖν ἐπὶ ἐπὶ λέξεως ὁ Ἀλέξανδρος. ἀσαφῆ δὲ οὖσαν τὴν Ἀριστοτέλους λέξιν ἀσαφεστέραν ἐποίησε καὶ τοὔμπαλιν ἤπερ ἡ λέξις βούλεται ταύτην ἡρμήνευσεν. ἐκεῖνοι μὲν γὰρ αἰτίαν ἀποδοῦναι βουλόμενοι τοῦ διὰ πλείστου χρόνου φαίνεσθαι τὸν κομήτην, <ὃν> ἕνα τῶν πλανωμένων εἶναι βούλονται, διὰ τὸ φασι τοῦτον βραδυτάτῳ χρόνῳ, τούτου χάριν διὰ πλείστου φαίνεσθαι χρόνου. τὸ δὲ ὑπολείπεσθαι τί ἐστιν ἑρμηνεύων ὁ Ἀλέξανδρος τὸ ἐκπεριιέναι φησὶ τὸν ἴδιον κύκλον. καὶ πῶς αἴτιόν ἐστι τοῦτο τοὐ βραδυτάτῳ χρόνῳ φαίνεσθαι τὸν κομήτην; τοὐναντίον γὰρ μᾶλλον ὅσῳ ἐχρῆν βραδύτατα καὶ διὰ πλείστου χρόνου τὸν ἑαυτοῦ κύκλον ἐκπεριέρχεσθαι, τοσούτῳ μᾶλλον αὐτὸν ἀφεστηκότα τοῦ ἡλίου πολλάκις μὲν φαίνεσθαι, ὀλιγάκις δὲ γίνεσθαι ἀφανῆ. τοῦ γὰρ ἡλίου δι’ ἐνιαυτοῦ τὸν ἴδιον κύκλον περιιόντος, διὰ πλείστου δὲ λίαν τοῦ κομήτου, ἀνάγκη πάντως παραλλάττειν αὐτοῦ τὸν ἥλιον καὶ πλεῖστον διίστασθαι, καὶ διὰ τοῦτο τὸν κομήτην διαφεύγοντα τοὐ ἡλίου τὸ φῶς πλεονάκις φαίνεσθαι. οἷον ὑποκείσθω τὸν κομήτην ἐν ἔτεσιν ἑξήκοντα διανύειν τὸν ἑαυτοῦ κύκλον, τουτέστι κατὰ πέντε ἔτη κινεῖσθαι ζῴδιον ἕν, κατὰ δὲ ἐνιαυτὸν μοίρας ἕξ, κατὰ μῆνα μοίρας ἥμισυ· πάλιν ὑποκείσθω τὸν κομήτην καὶ τὸν ἥλιον ἐν κριῷ εἶναι κατὰ τὸ αὐτὸ σημεῖον· τοῦ οὖν ἡλίου ἐν μηνὶ τὸν κριὸν ἐξερχομένου κατὰ τὴν ἰδίαν αὐτοῦ κίνησιν, ἐν τούτῳ τὸν κομήτην κατὰ τὴν εἰρημένην ὑπόθεσιν ἥμισυ μοίρας τοῦ κριοῦ κεκινῆσθαι. δῆλον <οὖν> ὅτι τὰς αὐγὰς ἀποφυγὼν τοῦ ἡλίου πάντως. τοσοῦτον καὶ μόνον ὑπ’ αὐτὰς κρυπτόμενος, ἕως ἆν ὁ ἥλιος ζῴδιον αὐτὸν καὶ τρίτον ἑτέρου παραδράμῃ κατὰ τὸν Ἡσίοδον περὶ τῶν Πληϊάδων λέγοντα “αἳ δ’ ἤτοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα κεκρύφαται”. τὸν οὖν λοιπὸν ἅπαντα χρόνον ἀνάγκη φαίνεσθαι τὸν κομήτην, καὶ τοῦτο κατ’ ἐνιαυτὸν συμβαίνειν· καὶ γὰρ ὁ Κρόνος τῶν λοιπῶν σπανιώτερον κρύπτεται βραδύτατος ὤν. τοῦτο δὲ πᾶν τοὐναντίον ἐστὶν οὗπερ ἐκεῖνοι βούλονται· ὡς γὰρ ὁ Ἑρμαϊκός φασιν ἀστὴρ ἰσόδρομος ὢν τῷ ἡλίῳ καὶ ὀλίγον αὐτοῦ ποτε παραλλάττων σπανίως φαίνεται, οὕτως ἔχειν καὶ τὸν κομήτην· ὥστε τοὐναντίον οὗ βούλονται τὴν λέξιν ὁ Ἀλέξανδρος ἐξηγήσατο. τίς οὖν ἡ τῆς λέξεως Ἀριστοτέλους διάνοια; φημὶ τοίνυν τὸ ὑπολείπεσθαι βραδυτάτῳ χρόνῳ φησὶ τὸ τοῦ ἡλίου μετὰ πολὺν ὑπολείπεσθαι χρόνον· σύνδρομος γὰρ ὢν αὐτῷ, καθὰ βούλονται, διὰ πλείστου χρόνου τοῦτον ἀπολιμπάνει, ὅτε καὶ τὰς αὐγὰς αὐτοῦ διαφυγὼν εἰκότως ἡμῖν ἐμφανὴς διὰ πλείστου γίνεται χρόνου· καὶ ταύτῃ τῇ ἐξηγήσει καὶ τὸ ἀπεικάζειν αὐτὸν τῷ Ἑρμαϊκῷ ἀστέρι συμφωνεῖ.