Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 60
Not analysed yet
Ὡς ὅταν ἐκ ταὐτοῦ φανῇ ὑπολελειμμένον ὅλον τὸν ἑαυτοῦ κύκλον. Ἐπισημειοῦσθαι δεῖ ὡς εἰπὼν ἐν τοῖς προκειμένοις “διὰ δὲ τὸ ὕπο λείπεσθαι βραδυτάτῳ χρόνῳ” καὶ μὴ προσθεὶς τὸν ἑαυτοῦ κύκλον νῦν φησιν ὡς ὅταν ἐκ τοῦ αὐτοῦ φανῇ, ὑπολελειμμένος ἂν εἴη τὸν ἑαυτοῦ κύκλον, ὡς πρότερον μὲν τοῦ ἡλίου σπανίως αὐτὸν βουλόμενος ὑπολείπεσθαι (διὸ καὶ διὰ πολλοῦ φαίνεσθαι χρόνου) νυνὶ δὲ τὸν ἑαυτοῦ κύκλον ὑπολεί- πεσθαι λέγων. τί οὖν ἐστι τὸ νῦν λεγόμενον; ὡς ἐπειδὰν ἐκ τοῦ αὐτοῦ σημείου φανῇ, ἐξ οὗ καὶ πρότερον ὤφθη, ὅλον τὸν ἑαυτοῦ κύκλον ὑπολείπεται, τουτέστιν ὅλον ἐξήνυσε καὶ περιῆλθε τὸν ἑαυτοῦ κύκλον. τὸ μὲν οὖν ὅλως φαίνεσθαι τὸν ἀστέρα τοῦτον κατ’ αὐτοὺς ἐκ τοῦ πλεῖον ἀπολιμπάνειν ποτὲ γίνεται, τὸ δὲ εἰς τὸ αὐτὸ σημεῖον φαίνεσθαι, ἐξ οὗ καὶ πρὸ πολλοῦ χρόνου ἐφάνη, τοῦ περιελθεῖν ὅλον τὸν ἑαυτοῦ κύκλον αἴτιόν ἐστιν.