Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 74
Not analysed yet
Ἐπεὶ δὲ περὶ τῶν ἀφανῶν τῇ αἰσθήσει νομίζομεν ἱκανῶς ἀποδεδεῖχθαι κατὰ τὸν λόγον, ἐὰν εἰς τὸ δυνατὸν ἀναγάγωμεν, ἔκ τε τῶν νῦν φαινομένων ὑπολάβοι ἄν τις ὧδε περὶ μάλιστα συμβαίνειν. Λοιπὸν μέτεισιν ἐπὶ τὴν αὐτῷ δοκοῦσαν τῆς γενέσεως τῶν κομητῶν αιτιαν, καὶ τινα τρόπον μετιτέον τὴν περὶ αὐτῶν διδασκαλίαν, ἀπαγγέλλει. ἐπειδὴ γὰρ ἄδηλός ἐστι τῇ αἰσθήσει ἡμῶν ἡ περὶ τῆς γενέσεως αὐτῶν αἰτία, δεῖ, φησί, καὶ περὶ αὐτῶν καὶ περὶ πάντων ποιουμένους λόγον τῶν τοιούτων καὶ φυσιολογεῖν αὐτὰ βουλομένους τοιούτους ἀποδιδόναι λόγους περὶ αὐτῶν, ὧς μηδὲν αὐτοῖς ἀδύνατον ἕπεσθαι μηδὲ τοῖς φαινομένοις μαχόμενον. τουτο δὲ ὅ φησίν ἐστιν· ἐὰν εἰς τὸ· δυνατὸν ἀναγάγωμεν ὅσον ἐκ τῶν φαινομένων τοὺς περὶ αὐτῶν λόγους, καὶ μηδὲν αὐτοῖς ἀδύνατον ἕποιτο, οἷα συνέβη τοῖς ὑπὸ τῶν πρὸ 7)0. 0)7 περὶ τῶν κομητῶν εἰρημένοις, τουναντιον δὲ συμφώνους ἀποδώσομεν καὶ· ὁμολογοῦντας τοῖς πράγμασιν, εἰ οὖν τοῦτο γένοιτο, συμβαίνοντα τοῖς φαινομένοις λέξομεν.