Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 75
Not analysed yet
Ὑπόκειται γὰρ ἡμῖν τοῦ κόσμου τοῦ περὶ τὴν γῆν ὅσον ὑπὸ τὴν ἐγκύκλιόν ἐστι φοράν, εἶναι τὸ πρῶτον μέρος ἀναθυμίασιν ξηρὰν καὶ θερμήν. Εἴρηκεν ἤδη πρότερον ὅτι διτταὶ κάτωθεν ἀναθυμιάσεις ἀνέρχονται, μία μὲν ἐκ τῶν ὑγρῶν σωμάτων ἡ ἀτμιδώδης, ἑτέρα δὲ ἐκ τῶν ξηρῶν ἡ καπνώδης, ἣν ὑπέκκαυμα προσηγόρευσεν ὡς ἐπιτηδείαν εἰς ἔξαψιν. περὶ μὲν οὖν τῆς ἀτμιδώδους λόγος οὐδεὶς ἐν τοῖς προκειμένοις οὐδὲ ἐν τοῖς ἤδη προειρημένοις· μόνη γὰρ ἡ καπνώδης τούτων ἁπάντων αἰτία ἐστὶν ὡς ὕλη. αὕτη τοίνυν ἡ ἀναθυμίασις, τουτέστι τὸ ὑπέκκαυμα, καὶ πολὺ μέρος τοῦ μετ’ αὐτὴν ἀέρος τὸ διῆκον μέχρι τῆς κορυφῆς ἄνωθεν τῶν ὑψηλοτάτων ὀρῶν τῇ περιφορᾷ τῶν οὐρανίων συνεφέλκονται κυκλικὴν καὶ αὐτὰ συγκινούμενα κίνησιν. ὅτι δ’ ἡ κίνησις θερμαίνει, καὶ τοῦτο προείρηκεν. ὅταν οὖν ἡ ἀναθυμίασις ἡ ξηρὰ τοιαύτης εὑρεθείη συστάσεως, ὡς μήτε λεπτὴ λίαν καὶ ἀσθενὴς εἶναι καὶ εὐδιάλυτος μήτε πυκνὴ καὶ παχεῖα τοτοῦτον ὡς εἶναι δυσέξαπτος, ἀλλὰ μέση πως ἀμφοτέρων καὶ εὔκρατος, ἡ τοιαύτη, φησί, τῇ κινήσει καὶ τῇ συμπεριαγωγῇ τῶν πέριξ σωμάτων θερμαινομένη πλέον τῆς ἐκ φύσεως αὐτῇ προσούσης θερμασίας ἐξάπτεται καὶ ποιεῖ τὸν κομήτην. εἰ μὲν γὰρ λεπτοτέρα εἴη, θᾶττον μὲν ἐξάπτεταί εὐθὺς δὲ ἀποσβέννυται στυπείου λεπτοῦ δίκην· εἰ δὲ πυκνοτέρα τύχοι τῆς γένεσιν κομήτου συστάσεως, οὐκ ἐξαρκεῖ πρὸς ἔξαψιν ταύτης ἡ κίνησις· οὐδὲ γὰρ τὰ πυκνότερα τῶν ξύλων εὐέξαπτα, καὶ τὰ φρυγανώδη ῥᾷον ἐξ- αφθέντα δαπανᾶται θᾶττον καὶ ἡ φλὸξ οἴχεται. δεῖ δὲ καὶ τὴν ἔξα|ψιν αὐτὴν ἤτοι τὴν αἰτίαν ταύτης εἶναι σύμμετρον, ὡς μήτε τῇ σφοδρότητι δαπανᾶν τὴν ὕλην εὐθὺς μήτε τῇ ἀμυδρότητι δρᾶν εἰς αὐτὴν μὴ δύνασθαι μηδὲ δι’ ὅλου ταύτης ἐπικρατεῖν. ὁ δὲ κομήτης ἐξαφθεὶς στέγει χρόνον τινὰ τὴν φλόγα μὴ δαπανώμενος· ταύτῃ γὰρ τῶν τε προειρημένων πυρώ- σεων καὶ φλογῶν καὶ δαλῶν καὶ διᾳττόντων οἱ κομῆται διενηνόχασιν, ὅτι πολυχρόνιοι μὲν οὗτοι, ἐκεῖνοι δ’ ἐπὶ μικρὸν ἐξαφθέντες εὐθὺς ἀποσβέννονται. τῆς οὖν ἐπιμονῆς καὶ ἡ πύκνωσις αἰτία τῆς ὕλης καὶ ἡ κάτωθεν προστιθεμένη τῷ κομήτῃ ἀναθυμίασις, ὡς εἰ ξύλα πυρὶ προσάγων ἡ λύχνῳ ἔλαιον διατηροίη τὴν φλόγα, μέχρις ἂν ἡ χορηγία τῆς ὕλης ἐπιλίποι. ἔλεγε δὲ καὶ ὁ ἡμέτερος διδάσκαλος ἑωρακέναι κομήτην, οὗ τὰ μὲν ἦν ἀμυδρὰ καὶ ἧττον ἐκπεπυρωμένα, τὰ δὲ λίαν ἐκλάμποντα· ταῦτα δὲ διαλυθῆναι θᾶττον δηλονότι διὰ τὸ σφοδρότερον τῆς ἐκκαύσεως, τὰ δ’ ἀμυδρὰ πλείονα διαρκέσαι χρόνον μαλακωτέρας οὔσης τῆς ἐκπυρώσεως. ὑπόκειται γὰρ ἡμῖν τοῦ κόσμου τοῦ περὶ γῆν ὅσον ὑπὸ τὴν ἐγκύκλιόν ἐστι φοράν, εἶναι τὸ πρῶτον μέρος ἀναθυμίασιν ξη· ρὰν καὶ θερμήν ταῦτα γὰρ ἤδη προείληφεν, ὅτε περὶ τῆς τάξεως τῶν πέντε στοιχείων ἐδίδασκεν, ὅτι μετὰ τὰ ἐγκύκλια σώματα εὐθύς ἐστι τὸ ὑπέκκαυμα, καὶ μετὰ τοῦτο τρίτος ὁ ἀήρ, μεθ’ ὃν τὸ ὕδωρ, καὶ πάντων ἔσχατον ὡς ἐπὶ τὸ μέσον ἡ γῆ.