Ancient Greek
2.108.9
Joannes Stobaeus Anthologus, Anthologium 2.108.9
Unproofread scanNot analysed yet
ἀριθμὸν καὶ ὅσα ἐστὶν ἐν τῷ κόσμῳ, τουτέστιν οὐρανὸν σιλέων τις ἠθέλησεν ἀφελέσθαι τρίχα ἐκ τῶν περὶ τὸν 5 τραχύλον αὐτοῦ, καὶ αἷμα δεῦσαι καὶ φοβηθῆναι τὸν βασιλέα ἐκεῖνον, ὡς μόλις εὐξαμένων τῶν Βραχμάνων ἀνακτήσασθαι ἑαυτόν. Ἐπὶ δὲ τῇ κεφαλῇ τούτου λέγουσι θεοῦ ἄγαλμα εἶναι ὡς ἐπὶ θρόνου τινὸς καθημένον. Λέγουσι δὲ καὶ ἐν τοῖς καύμασιν ἰδρῶν ὅλον τὸν ἀνδριάντα τοῦτον καὶ ῥιπίζεσθαι ὑπὸ τῶν Βραχμάνων καὶ παύεσθαι τοὺς ἰδρώτας· καὶ εἰ μὴ ῥιπίζοιεν, πολὺν φέρειν ἰδρώτα, ὡς βρέχεσθαι τὴν περὶ αὐτὸν γῆν. Ἐνδοτέρω δὲ αὐτοῦ ἐν 10 τῷ σπηλαίῳ μετὰ πολὺ διάστημα εἶναι σκότος, ἔνθα μετὰ λαμπάδων εἰσέρχονται οἱ βουλόμενοι καὶ εὑρίσκουσι θύραν τινὰ· ἐξ ἧς θύρας προέρχεται ὕδωρ καὶ λυμνάζει περὶ τὰ τελευταῖα τοῦ σπηλαίου· καὶ ὡς δοκιμάζοντες ἑαυτοὺς εἰσέρχονται διὰ τῆς θύρας ἐκείνης. Καὶ ὅσοι εἰσὶ καθαροὶ 15 ἀπὸ τῆς φαυλότητος τοῦ βίου εἰσέρχονται ἀνεμποδίστως εἰρυνομένης τῆς θύρας, καὶ εὑρίσκουσι πηγὴν μεγίστην ὕδατος πάνυ διανγεστάτου καὶ ποτιμωτάτου, ἐξ ἧς τὸ ὕδωρ ἐκεῖνο προέρχεται· οἱ δὲ ἐν καταγνώσει ὄντες πολὺ θλῖβουσιν εἰσελθεῖν διὰ τῆς θύρας ἐκείνης καὶ οὐ δύναν- 20 ται στενομένης αὐτοῖς· οἵτινες βιαζόμενοι ἐξομολογοῦνται ἐπὶ τῶν ἑτέρων εἴ τι ἥμαρτον, (καὶ) δέησιν ποιοῦνται ἵνα οἱ λοιποὶ εὐξῶνται περὶ αὐτῶν, καὶ νηστεύουσι χρόνον τινὰ ἱκανόν. Ἔκεῖ φησιν εἰρῆσθαι (τοὺς) περὶ τὸν Σανδάλην συνάγεσθαι τοὺς Βραχμάνας ἡμέρα μὲν τινὶ τεταγ- 25 μένῃ· ἀλλὰ εἶναι μὲν τινὰς ἐκεῖ ἔχοντας τὴν διατριβήν, τοὺς δὲ ἀλλοχόθεν συνιέναι θέρους ὥρα καὶ περὶ τὸ φθινόπωρον πλεονάζουσας τῆς ὀπώρας ἐπὶ τε τὴν θῆν τοῦ ἀνδριάντος καὶ ἐπὶ τὸ ἀλλήλοις συμμίξαι καὶ εἰς τὸ πεῖραν