Ancient Greek
2.110.1
Joannes Stobaeus Anthologus, Anthologium 2.110.1
Unproofread scanNot analysed yet
ἐαντῶν λαβεῖν, εἰ δύνανται εἰσελθεῖν διὰ τῆς εἰρη- 152 μένης θύρας. Γίγνεσθαι δὲ ἐκεῖ ζητήσεις λέγουσι περὶ τῆς ἐν τῷ σώματι ἐκείνῳ γλυφῆς. Οὐδὲ γὰρ ἔστι ῥαδίως πάσῃ τῇ ἀναπνώσει ἐπιστήσαι, διὰ τε τὸ πολλὰ εἶναι καὶ διὰ τὸ μὴ πάντα τὰ ζῷα καὶ φυτὰ ἐν πάσῃ χώρᾳ ὑπάρχειν. Ἄ μὲν οὖν Ἰνδοὶ ἱστοροῦσι περὶ τοῦ παρ’ αὐτοῖς δοκιμαστηρίου ὕδατος, ἔστι ταῦτα. Οἶμαι δὲ τοῦτου καὶ Ἀπολλώνιον τὸν Τυανέα μεμνῆσθαι τοῦ ὕδατος, τοῦ ἐν τῷ σπηλαίῳ λέγω. Γράφων γὰρ τοῖς Βραχμᾶσιν ὄρχον τινὰ ὁμνύει· „οὐ μὰ τὸ Ταντάλειον ὕδωρ, οὐ με ἐμνήσατε. “Οἶμαι γὰρ Ταντάλου λέγειν τοῦτο, διὰ τὸ ἀεὶ τῇ προσδοχίᾳ κολάζειν τοὺς ἐπὶ τοῦτο ἐλθεῖν ἐσπουδακότας κἀκ τούτου ποτὸν ἀρῦσασθαι.