Ancient Greek
2.120.2
Joannes Stobaeus Anthologus, Anthologium 2.120.2
Unproofread scanNot analysed yet
μένη δὲ ἄγει καὶ περιάγει πάντα καταναγκάζουσα (φύσις γὰρ ἐστὶν αὐτῆς τὸ ἀναγκάζειν), αἰτία γενέσεως καὶ φθορᾶς βίου. Ὁ μὲν οὖν κόσμος πρῶτος ἔχει τὴν πρόνοιαν (πρῶτος γὰρ αὐτῆς τυγχάνει) **—Ἡ δὲ πρόνοια ἐξηπλωται ἐν τῷ οὐρανῷ, διότι καὶ θεοὶ περὶ αὐτὸν στρέφονται καὶ κινούνται, ἀκάματον καὶ ἀπανυστον κίνησιν ἔχοντες· εἱμαρμένη δὲ διότι καὶ ἀνάγκη. Καὶ ἡ μὲν πρόνοια προνοεῖ, εἱμαρμένη δὲ αἰτία ἐστι τῆς τῶν ἀστρῶν διαθέσεως. Οὗτος νόμος ἀφνυτος, καθ’ ὃν πάντα τέταχται.