Ancient Greek
2.120.3
Joannes Stobaeus Anthologus, Anthologium 2.120.3
Unproofread scanNot analysed yet
17 Ἐκ τῆς Ἰαμβλίου πρὸς Μακεδόνιον ἐπιστολῆς. Πάντα μὲν τὰ ὄντα τῷ ἐνὶ ἐστιν ὄντα, καὶ γὰρ αὐτὸ τὸ πρῶτον ὃν ἀπὸ τοῦ ἑνὸς ἐξ ἀρχῆς παράγεται, πολὺ δὲ διαφερόντως τὰ ὅλα αἰτία τῷ ἐνὶ τὸ δύνασθαι ποιεῖν παραδέχεται καὶ κατὰ μίαν συμπλοκὴν συνέχεται καὶ συναναφέρεται τῇ τῶν πολλῶν ἀρχῇ προϋπάρχοντα. Κατὰ δὴ τοῦτον τὸν λόγον καὶ τῶν περὶ τὴν φύσιν αἰτίων, πολλειδῶν ὄντων καὶ πολυμερίστων, ἡρημένων τε ἀπὸ πλειόνων ἀρχῶν, ἀπὸ μιᾶς ὅλης αἰτίας τὸ πλῆθος ἐκχρέματαί, κατὰ μίαν δὲ σύνδεσιν πάντα πρὸς ἀλλήλα συμπλέκεται καὶ εἰς ἕν ἄνῃκει τὸ περιεκτικώτατον τῆς αἰτίας κράτος ὁ σύνδεσμος τῶν πλειόνων αἰτίων. Οὗτος τοίνυν εἰς εἱρμὸς συμπεφορήμενος ἐστιν ἀπὸ τοῦ πλήθους, οὐδ’ ἐπι-