Ancient Greek
2.121.2
Joannes Stobaeus Anthologus, Anthologium 2.121.2
Unproofread scanNot analysed yet
18 Ἐκ τῆς Ἰαμβλίχου πρὸς Σώπατρον ἐπιστολῆς. Τῆς δ’ εἱμαρμένης ἡ οὐσία σύμπασά ἐστιν ἐν τῇ φύσει· φύσιν δὲ λέγω τὴν ἀχώριστον αἰτίαν τοῦ κόσμου καὶ ἀχωρίστως περιέχουσαν τὰς ὅλας αἰτίας τῆς γενέσεως, ὅσα χωριστῶς αἱ κρείττονες οὐσίαι καὶ διακοσμήσεις συνειλήφασιν ἐν ἑαυταῖς. Ζωὴ τε οὖν σωματοειδὴς καὶ λόγος γενεσιουργός, τὰ τε ἔντλα εἴδη καὶ αὐτὴ ἡ ὕλη, ἡ τε συντεθεμένη γένεσις ἀπὸ τούτων, κίνησις τε ἡ τὰ πάντα μεταβάλλουσα καὶ φύσις ἡ τεταγμένως διοικοῦσα τὰ γιγνόμενα, ἀρχαὶ τε αἱ τῆς φύσεως καὶ τέλη καὶ ποιήσεις, καὶ αἱ τούτων συνδέσεις πρὸς ἄλληλα ἀπ’ ἀρχῆς τε ἄχρι τοῦ τέλους διέξοδοι συμπληροῦσι τὴν εἱμαρμένην.