Ancient Greek
2.121.1
Joannes Stobaeus Anthologus, Anthologium 2.121.1
Unproofread scanNot analysed yet
συνισταμένην ἀπὸ τῆς συμπλοκῆς ποιεῖται τὴν ἕνωσιν, οὐδὲ διαπεφόρηται ἐν τοῖς καθ’ ἕκαστα· κατὰ δὲ τὴν προηγούμενην καὶ προτεταγμένην αὐτῶν τῶν αἰτίων μίαν συμπλοκὴν ἐπιτελεῖ πάντα καὶ συνδεῖ ἐν ἑαυτῷ καὶ πρὸς αὐτὸν μονοειδῶς ἀνάγει. Μίαν οὖν τάξιν, πάσας τάξεις ὁμοῦ περιλαβοῦσαν ἐν αὐτῇ, τὴν εἱμαρμένην ἀφοριστέον.