Ancient Greek
2.143.5
Joannes Stobaeus Anthologus, Anthologium 2.143.5
Unproofread scanNot analysed yet
Ἀντιφᾶν καὶ Κριτόλαος νόημα ἢ μέτρον τὸν χρόνον, οὐδ’ ὑπόστασιν. Ἀριστοτέλους. τὸν δὲ χρόνον ἀριθμὸν εἶναι κινήσεως κατὰ τὸ πρότερον καὶ τὸ ὑστερον, οὐτ’ ἀρχὴν ἔχοντα οὔτε τελευτήν, ἀλλ’ ἀεὶ ὄντα καὶ ἀεὶ γιγνόμενον, εἶναι δὲ συνεχῆ καὶ διαιρετόν, λαμβάνεσθαι γὰρ αὐτοῦ τὸ μὲν πρότερον τὸ δ’ ὑστερον, ὅρον δ’ ὑπάρχειν ἑκατέρων τὸ νῦν, τοῦτο γὰρ νοεῖσθαι τοῦ μὲν προτέρου πέρας, τοῦ δὲ μέλλοντος ἀρχήν.