Ancient Greek
2.143.7 to 2.144.2
Joannes Stobaeus Anthologus, Anthologium 2.143.7-2.144.2
Unproofread scanNot analysed yet
Οἱ Ἀριστοτελικοὶ τὸν χρόνον ἀριθμὸν τῶν κατὰ τὸ νῦν ἀφοριζομένων κινήσεων, τὸ δὲ νῦν εἶναι μονάδα στάσεως ἐν κινήσει, κίνησιν δ’ οὐκ εἶναι τὸν χρόνον, οὐ μὴν κινήσεως· λέγεσθαι γὰρ κίνησιν βραδείαν καὶ ταχεῖαν, οὐκέτι δὲ χρόνον, ἀλλὰ πολὺν καὶ ὀλίγον. Ἐπὶ τὸ μὲν πλεῖον καὶ τοῦλατον ἀριθμῷ κρῖνεσθαι, χρόνῳ δὲ τὴν πλείω καὶ ἐλάττω κίνησιν. Οὐχ ἄρα κινήσις ὁ χρόνος, οὐ μὴν κινήσεως κεχωρισμένος, ἀριθμὸν γὰρ εἶναι κινήσεως συνεχῆ κατὰ τὸ πρότερον καὶ ὕστερον. Ζήνωνος. Ζήνων ἔφησε χρόνον εἶναι κινήσεως διάστημα, τοῦτο δὲ καὶ μέτρον καὶ κριτήριον τάχους τε καὶ βραδύτητος, ὅπως ἔχει . Κατὰ τοῦτον δὲ γίνεσθαι τὰ γινόμενα καὶ τὰ περαινούμενα ἅπαντα καὶ τὰ ὄντα εἶναι.