Ancient Greek
2.145.2
Joannes Stobaeus Anthologus, Anthologium 2.145.2
Unproofread scanNot analysed yet
Ἀπολλοδώρου. Ἀπολλόδωρος δ’ ἐν τῇ Φυσικῇ τέχνῃ οὕτως ὁρίζει τὸν χρόνον· Χρόνος δ’ ἐστὶ τῆς τοῦ κόσμου κινήσεως διάστημα· οὕτως δ’ ἐστὶν ἄπειρος, ὡς ὁ πᾶς ἀριθμὸς ἄπειρος λέγεται εἶναι· τὸ μὲν γὰρ ἐστὶν αὐτοῦ παρεληλυθὸς, τὸ δὲ ἐνεστηκὸς, τὸ δὲ μέλλον. Ἐνεστάναι δὲ τὸν πάντα χρόνον ὡς τὸν ἐνιαυτὸν ἐνεστηκέναι λέγομεν κατὰ μείζονα περιγραφὴν· καὶ ὑπάρχειν ὁ πᾶς χρόνος λέγεται, οὐδενὸς αὐτοῦ τῶν μερῶν ὑπάρχοντος ἀπαρτιζόντως.