Ancient Greek
2.145.3
Joannes Stobaeus Anthologus, Anthologium 2.145.3
Unproofread scanNot analysed yet
Ποσειδωνίου. Τὰ μὲν ἐστὶ κατὰ πᾶν ἄπειρα, ὡς ὁ σύμπας χρόνος· τὰ δὲ κατὰ τι, ὡς ὁ παρεληλυθὼς χρόνος καὶ ὁ μέλλων· κατὰ γὰρ τὸν παρόντα μόνον ἑκάτερος πεπέρανται. Τὸν δὲ χρόνον οὕτως ὁρίζει· διάστημα κινήσεως ἢ μέτρον τάχους τε καὶ βραδύτητος, ὅπως ἔχει τὸ ἐπινοούμενον. κατὰ τὸ πότε τοῦ χρόνου τὸν μὲν εἶναι παρεληλυθότα, τὸν δὲ μέλλοντα, τὸν δὲ παρόντα, ὃς ἐκ τινὸς μέρους τοῦ παρεληλυθότος καὶ τοῦ μέλλοντος περὶ τὸν διορισμὸν αὐτὸν συνέστηκε· τὸν δὲ διορισμὸν σημειώδη εἶναι. Τὸ δὲ νῦν καὶ τὰ ὅμοια ἐν πλατεῖ