Ancient Greek
2.146.5 to 2.147.4
Joannes Stobaeus Anthologus, Anthologium 2.146.5-2.147.4
Unproofread scanNot analysed yet
[262] καὶ θέρους ἀρχομένου· ἢ τὴν μετὰ χειμῶνα ὥραν πρὸ 25 θερούς. Θέρος δὲ ὥραν ἔτους τὴν μάλισθ’ ὑφ’ ἡλίου διακεκαυμένην. Μετόπωρον δὲ ὥραν ἔτους τὴν μετὰ θέρος ΕΚΛΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ μέν, πρὸ χειμῶνος δέ, κεχραμένην. Χειμῶνα δὲ ὥραν ἔτους τὴν μάλιστα κατεψυγμένην ἢ τὸν περὶ γῆν ἀέρα κατεψυγμένον. Γίνεσθαι δὲ ἰσημερίας δύο καθ’ ἕκαστον ἔνιαυτόν καὶ τροπὰς δύο· ἰσημερίας μὲν, ὅταν ἡ νὺξ καὶ ἡ ἡμέρα ἴσαι ὦσι· τούτων δὲ τὴν μὲν ἕαρι γίνεσθαι, τὴν δὲ μετοπώρῳ· τῶν δὲ τροπῶν τὰς μὲν θέρους, τὰς δὲ χειμῶνος. Ἐμπεδοχλῆς καὶ οἱ Στωικοὶ χειμῶνα μὲν γίνεσθαι τοῦ ἀέρος ἐπικρατοῦντος τῇ πυκνώσει εἰς τὸ ἄνωτέρω βιαζομένου· θέρειαν δὲ τοῦ πυρός, ὅταν εἰς τὸ κατωτέρω βιάζεται. Ἐνιαυτὸς ἐστὶ Κρόνου μὲν ἐνιαυτῶν περίοδος τριάκοντα, Ἄιδος δώδεκα, Ἄρεος δυοῖν, Ἡλίου δώδεκα μῆνες· οἱ δ’ αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης, ἰσόδρομοι γάρ· Σελήνης ἡμέραι τριάκοντα. Οὕτος γὰρ ὁ τέλειος μὴν ἀπὸ φάσεως εἰς σύνοδον.