Ancient Greek
2.147.5
Joannes Stobaeus Anthologus, Anthologium 2.147.5
Unproofread scanNot analysed yet
Γίνεσθαι δὲ τὸν λεγόμενον μέγαν ἐνιαυτόν, ὅταν ἐπὶ τοὺς ἀφ’ ὧν ἤρξαντο τῆς κινήσεως ἀφίκωνται τόπους. Τὸν δὲ γε μέγαν ἐνιαυτὸν οἱ μὲν ἐν τῇ ὀκταετηρίδι τίθενται, οἱ δὲ ἐν τῇ ἑννεακαιδεκαετηρίδι, οἱ δ’ ἐν τοῖς τετραπλασίους ἔτεσιν, οἱ δ’ ἐν τοῖς ἐξήκοντα <ἑνὸς δέουσιν>, ἐν οἷς Οἰνοπίδης καὶ Πυθαγόρας· οἱ δ’ ἐν τῇ λεγομένῃ κεφαλῇ τοῦ Κρόνου, αὕτη δ’ ἐστὶ τῶν ἑπτὰ πλανητῶν ἐπὶ ταυτῇ ἡμέρᾳ τῆς ἐξ ἀρχοῦ φορᾶς ἐπάνοδος.