Ancient Greek
2.155.1
Joannes Stobaeus Anthologus, Anthologium 2.155.1
Unproofread scanNot analysed yet
καὶ θεοὺς, πολλαχῇ μὲν καὶ ἄλλη, οὐχ ἡκιστα δὲ κατὰ τὴν γένεσιν. Τὸ γὰρ ἐν τοῖς πρεσβύτατον εἶναι τῶν θεῶν τίμιον, ἥ δ’ ὅς· τεκμήριον δὲ τούτου· γοναὶ γὰρ Ἔρωτος οὐτ’ εἰσιν οὔτε λέγονται ἐπ’ οὐδενὸς οὔτε ἰδιώτου οὔτε ποιητοῦ, ἀλλὰ Ἡσίοδος πρῶτον μὲν χάος φησὶ γίγνεσθαι, μετὰ τὸ χάος δύο τούτω γενέσθαι, Γῆν τε καὶ Ἔρωτα. Ἡσιόδῳ δὲ καὶ Ἀχουσίλεως ξύμφησιν ἐν τοῖς πρεσβυτάτοις εἶναι· πρεσβύτατός τε ὧν μεγίστων ἀγαθῶν ἡμῖν αἴτιός ἐστιν.