Ancient Greek
2.155.2
Joannes Stobaeus Anthologus, Anthologium 2.155.2
Unproofread scanNot analysed yet
13 Ἐν ταύτῳ (p. 180ᵈ. ᵉ). Πάντες γὰρ ἴσμεν ὅτι οὐκ ἔστιν ἄνευ Ἔρωτος Ἀφροδίτη. Μίᾶς μὲν οὖσης εἰς ἣν ἦν Ἔρως· ἐπεὶ δὲ δύο ἐστόν, δύο ἀνάγκη καὶ Ἔρωτας εἶναι. Πῶς δ’ οὖ δύο τὰ θεά; ἡ μὲν γέ που πρεσβυτέρα καὶ ἀμήτω Οὐρανοῦ θυγάτηρ, ἣν δὴ καὶ οὐρανίαν ἐπωνομάζομεν, ἡ δὲ νεωτέρα Διὸς καὶ Διόνης, ἣν δὴ πάνδημον καλοῦμεν. ἀναγκαῖον δὴ καὶ Ἔρωτα τὸν μὲν τῇ ἑτέρᾳ ξυνεργὸν πάνδημον ὀρθῶς καλεῖσθαι, τὸν δὲ οὐράνιον.