Ancient Greek
2.155.4
Joannes Stobaeus Anthologus, Anthologium 2.155.4
Unproofread scanNot analysed yet
14 Ἐν ταύτῳ (p. 185ᵇ. ᶜ). Οὕτω πᾶν πάντως γε καλὸν ἕνεκα ἀρετῆς χαρίζεσθαι. οὗτός ἐστιν ὁ τῆς οὐρανίας θεοῦ ἔρως καὶ οὐράνιος καὶ πολλοῦ ἄξιος καὶ πόλει καὶ ἰδιώταις, πολλὴν ἐπιμέλειαν ἀναγκάζων ποιεῖσθαι πρὸς ἀρετὴν τὸν τε ἐρῶντα αὐτὸν αὐτοῦ καὶ τὸν ἐρωμένον· οἱ δ’ ἕτεροι πάντες τῆς ἑτέρας, τῆς πανδήμου.