Ancient Greek
2.156.3
Joannes Stobaeus Anthologus, Anthologium 2.156.3
Unproofread scanNot analysed yet
16 Ἐν ταύτῳ (p. 188 A-D). Ἐπεὶ καὶ ἡ τῶν ὥρων τοῦ ἐνιαυτοῦ ξύστασις μεσή ἐστιν ἀμφοτέρων τούτων, καὶ ἐπειδὰν μὲν πρὸς ἄλληλα τοῦ κοσμοῦ τύχῃ ἔρωτος, ἃ νῦν δή λέγω, τὰ τε θερμὰ καὶ τὰ ψυχρὰ καὶ τὰ ξηρὰ καὶ ὑγρὰ καὶ ἀρμονίαν καὶ κράσιν λάβῃ σώφρονα, ἔχει φέροντα εὐετηρίαν τε καὶ ὑγίεيان ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις τε καὶ φυτοῖς, καὶ οὐδὲν ἠδίκησεν· ὅταν δὲ ὁ μετὰ τῆς ὕβρεως ἔρως ἐγκρατέστερος καὶ περὶ τὰς τοῦ ἐνιαυτοῦ ὥρας γένηται, διέφθειρέ τε πολλά καὶ ἠδίκησεν. οἱ τε γὰρ λοιμοὶ φιλοῦσι γίγνεσθαι ἐκ τῶν τοιούτων καὶ ἄλλα ἀνόμοια καὶ πολλὰ νοσήματα καὶ τοῖς θηρίοις καὶ τοῖς φυτοῖς. καὶ γὰρ πάχαι καὶ χάλαι καὶ ἐρυσιβαὶ ἐκ πλεονεξίας καὶ ἀκοσμίας περὶ ἄλληλα τῶν τοιούτων γίνεται ἐρωτικῶν, ὧν