Ancient Greek
2.157.1
Joannes Stobaeus Anthologus, Anthologium 2.157.1
Unproofread scanNot analysed yet
ἐπιστήμη περὶ ἀστρῶν τε φοράς καὶ ἐνιαυτῶν ὥρας ἀστρο-νομία καλεῖται. Ἔτι τοίνυν καὶ αἱ θυσίαι πᾶσαι καὶ οἷς μαντικῇ ἐπιστατεῖ τέχνη, ταῦτα δ’ ἔστιν ἢ περὶ θεοὺς τε καὶ ἀνθρώπους πρὸς ἀλλήλους κοινωνία, οὐ περὶ ἄλλο τί 5 ἔστιν ἢ περὶ ἔρωτος φυλακὴν τε καὶ ἵασιν. Πᾶσα γὰρ ἀσέβεια φιλεῖ γίγνεσθαι, ἐὰν μὴ τις τῷ κοσμίῳ ἔρωτι χαρίζηται μηδὲ τιμᾶ τε αὐτὸν καὶ πρεσβευῇ ἐν παντὶ ἔργῳ, ἀλλὰ τὸν ἕτερον, καὶ περὶ γονέας καὶ ζῶντας καὶ τε-τελευτηκότας, καὶ περὶ θεούς· ἃ δὴ προτέτακται τῇ μαν-10 τικῇ ἐπισκοπεῖν τοὺς ἐρώνας καὶ ἱατρεύειν· καὶ ἔστιν αὕ ἡ μαντικὴ φιλίας θεῶν καὶ ἀνθρώπων δημιουργὸς τῇ ἐπίστασθαι τὰ κατ’ ἀνθρώπους ἐρωτικά, ὅσα τείνει πρὸς ἕμιν καὶ εὐσέβειαν. Οὕτω πολλὴν καὶ μεγάλην, μᾶλλον δὲ πᾶσαν δύναμιν ἔχει ξυλλήβδην μὲν ὁ πᾶς ἔρως· ὁ δὲ 15 περὶ τἀγαθά μετὰ σωφροσύνης καὶ δικαιοσύνης ἀποτελού-μενος καὶ παρ’ ἡμῖν καὶ παρὰ θεοῖς, οὗτος τὴν μεγίστην δύναμιν ἔχει καὶ πᾶσαν ἡμῖν εὐδαιμονίαν παρασκευάζει καὶ ἀλλήλοις δυναμένους ὁμιλεῖν καὶ φίλους εἶναι καὶ τοῖς κρείττοσιν ἡμῶν θεοῖς.