Ancient Greek
2.168.7
Joannes Stobaeus Anthologus, Anthologium 2.168.7
Unproofread scanNot analysed yet
Λέγει γοῦν ἐν Τιμαίῳ (p. 30ᵃ)· „βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δή πᾶν ὅσον ἦν ὁρατὸν παραλαβὼν οὐχ ἰσυχίαν ἄγον, ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας“.