Ancient Greek
2.169.1
Joannes Stobaeus Anthologus, Anthologium 2.169.1
Unproofread scanNot analysed yet
Χρυσίππον. Περὶ δὲ τῶν ἐκ τῆς οὐσίας στοιχείων νοιματά τινα ἀποφαίνεται, τῷ τῆς αἱρέσεως ἡγεμόνι Ζήνωνι κατακολουθῶν, τέτταρα λέγων εἶναι στοιχεῖα <πῦρ, ἀέρα, ὕδωρ, γῆν, ἐξ ὧν συνίστασθαι πάντα καὶ ζῷα> καὶ φυτὰ καὶ τὸν ὅλον κόσμον καὶ τὰ ἐν αὐτῷ περιεχόμενα καὶ εἰς ταῦτα διαλύεσθαι. τὸ δὲ <πῦρ καὶ> κατ’ ἐξοχὴν στοιχεῖον λέγεσθαι διὰ τὸ ἐξ αὐτοῦ πρῶτον τὰ λοιπὰ συνίστασθαι κατὰ μεταβολὴν καὶ εἰς αὐτὸ ἔσχατον πάντα χεόμενα διαλύεσθαι, τοῦτο δὲ μὴ ἐπιδέχεσθαι τὴν εἰς ἄλλο χῦσιν ἢ ἀνάλυσιν· [συνίστασθαι δὲ ἐξ αὐτοῦ τὰ λοιπὰ καὶ χεόμενα εἰς τοῦτο ἔσχατον τελευτᾶν· παρὸ καὶ στοιχεῖον λέγεσθαι, ὁ πρῶτον ἔστηκεν οὕτως, ὥστε σύστασιν διδόναι ἀφ’ αὐτοῦ καὶ αὐτὸ τῶν λοιπῶν χύσιν καὶ διάλυσιν δέχεσθαι εἰς αὐτό]· κατὰ μὲν τὸν λόγον τοῦτον αὐτοτελῶς λεγομένου τοῦ πυρὸς στοιχείου· οὐ μετ’ ἄλλων γάρ· κατὰ δὲ τὸν πρότερον καὶ μετ’ ἄλλων συστατικῶν εἶναι, πρώτης μὲν γινομένης τῆς ἐκ πυρὸς κατὰ σύστασιν εἰς ἀέρα μεταβολῆς, δευτέρας δ’ ἀπὸ τούτου εἰς ὕδωρ, τρίτης δ’ ἐτι μᾶλλον κατὰ τὸ ἀνάλογον συνισταμένου τοῦ ὕδατος εἰς γῆν. πάλιν δ’ ἀπὸ ταύτης διαλυομένης καὶ διαχεομένης πρώτη μὲν γίνεται χῦσις εἰς ὕδωρ, δευτέρα δ’ ἐξ ὕδατος εἰς ἀέρα, τρίτη δὲ καὶ ἔσχατη εἰς πῦρ. Λέγεσθαι πῦρ τὸ πυρώδες πᾶν καὶ ἀέρα τὸ ἀερώδες καὶ