Ancient Greek
2.175.8
Joannes Stobaeus Anthologus, Anthologium 2.175.8
Unproofread scanNot analysed yet
γὰρ χαλκὸς ἀνδρίας οὐδέπω, πλὴν ὅτι μὴ δυνάμει, διαπλασθεὶς δὲ καὶ τὴν πρόσφορον λαβὼν μορφὴν ἐντελέχεια ἁρώπους ἀνθρωπὸν τινα νοεῖσθαι καὶ παρὰ πάντας ἵππους ἵππον καὶ κοινῶς παρὰ τὰ ζῷα ζῷον ἀγέννητον καὶ ἀφθαρτον· ὃν τρόπον δὲ σφραγίδος μιᾶς ἐκμαγεῖα γίνεσθαι πολλὰ καὶ συνεχῆς εἰκόνες ἑνὸς ἀνδρός, οὕτω καὶ μιᾶς ἑκάστης ἰδέας αἰσθητῶν σωμάτων φύσεις παμπλη- 5 θεῖς, τῆς μὲν ἀνθρώπων ἀνθρώπους ἀπαντας, <τῆς δὲ ἵππων ἵππους ἀπαντας>, καὶ κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τῶν ἄλλων τῶν κατὰ φύσιν. Εἶναι δὲ τὴν ἰδέαν ἀίδιον οὐσίαν, αἰτίαν καὶ ἀρχὴν τοῦ ἑκαστον εἶναι τοιούτον οἷα ἐστὶν αὐτή. Καθάπερ οὖν τὰς κατὰ μέρος ὡςπερ ἀρχέ- 10 τυπα τῶν αἰσθητῶν προηγεῖσθαι συμβέβηκε σωμάτων, οὕτως τὴν πάσας ἐν ἑαυτῇ περιέχουσαν καλλίστην καὶ τελειοτάμην οὐσίαν ὑπάρχειν <τοῦδε παραδείγμα τοῦ κόσμου>.