Ancient Greek
2.176.2 to 2.177.1
Joannes Stobaeus Anthologus, Anthologium 2.176.2-2.177.1
Unproofread scanNot analysed yet
2ᵇ Λέγει γοῦν καὶ ἐν τῷ Παρμενίδῃ (p. 132ᶜ. 1ᵇ) „Ἄλλ’, ὦ Παρμενίδη, μάλιστα ἑμοιγε καταφαίνεται ἄδε ἑχειν· 15 τὰ μὲν εἴδη ταῦτα ὡςπερ παραδείγματα ἐστάναι ἐν τῇ φύσει, τὰ δὲ ἄλλα τούτοις ἑοικέναι καὶ εἶναι ὁμοιώματα· καὶ ἡ μέθεξις αὕτη τοῖς ἄλλοις γίγνεσθαι τῶν εἰδῶν οὐχ ἄλλη τις ἢ εἰκασθῆναι αὐτοῖς. “3 <Arii Didymi (fr. phys. 40 p. 472 Diels.) >20 Ζήνωνος <καὶ τῶν ἀπ’ αὐτοῦ>. Τὰ ἑννόηματα φασὶ μήτε τινα εἶναι μήτε ποιά, ὡσανεὶ δὲ τινα καὶ ὡσανεὶ ποιά φαντάσματα ψυχῆς· ταῦτα δὲ ὑπὸ τῶν ἀρχαίων ἰδέας προσαγορεύεσθαι. Τῶν γὰρ κατὰ τὰ ἑννοή- ματα ὑποπιπτόντων εἶναι τὰς ἰδέας, οἷον ἀνθρώπων, ἵππων, κοινότερον εἰπεῖν πάντων τῶν ζῴων καὶ τῶν ἄλλων ὁπόσων λέγουσιν ἰδέας εἶναι. Ταύτας δὲ οἱ Στω- 5 ικοὶ φιλόσοφοι φασιν ἀνυπάρχτους εἶναι καὶ τῶν μὲν ἐννοημάτων μετέχειν ἡμᾶς, τῶν δὲ πτώσεων, ὡς δὴ προσγορίας καλοῦσι, τυγχάνειν.