Ancient Greek
2.206.9
Joannes Stobaeus Anthologus, Anthologium 2.206.9
Unproofread scanNot analysed yet
τὸ τοῦτον κέντρον καθιδρυμένης ἰσοκρατοῦς. Οὐ πάντως δύο, τὴν τε κατ’ εὐθείαν καὶ τὴν ἐγκύκλιον. Τούτων δὲ εἴδη γίγνεσθαι πλείονα. Περὶ τὸ αὐτὸ δὲ κινήσεις γίγνεσθαι πολλάς καὶ ἐν τῷ αὐτῷ τόπῳ, οἷον περιπατεῖν καὶ τρέχειν μὴ ἐκβαίνοντα τὸν αὐτὸν τόπον, καὶ ἅμα κινεῖσθαι τὴν τε ἐπ’ εὐθείαν καὶ τὴν εἰς τὰ πλάγια καὶ τὴν ἔμπροσθεν καὶ τὴν ὀπίσθεν καὶ τὴν εἰς δεξιὰν καὶ ἀριστερὰν καὶ ἐγκύκλιον, καὶ ταχέως ἅμα καὶ βραδέως, καθάπερ ἐπὶ τῶν πλείονων καὶ τῶν ὁμοίως τούτοις διακειμένων συντυγχάνειν. Ὡσπερ δὲ παντὸς σώματος ἐλέγομεν μέρος εἶναι σῶμα καὶ πάσης ἐπιφανείας ἐπιφάνειαν καὶ πάσης γραμμῆς γραμμὴν καὶ παντὸς τόπου τόπον καὶ παντὸς χρόνου χρόνον, οὕτως καὶ πάσης κινήσεως κίνησιν εἶναι ὁμιέον καὶ πάσης σχέσεως σχέσιν κατὰ τὴν αὐτὴν ἀναλογίαν.