Ancient Greek
2.207.2 to 2.208.2
Joannes Stobaeus Anthologus, Anthologium 2.207.2-2.208.2
Unproofread scanNot analysed yet
6 (5 H. G. M.) Πλάτωνος ἐκ τῶν Παρμενίδου (p. 138B). Ὅτι κινούμενον γε ἢ φέροιτο ἢ ἀλλοιοῖτο ἂν, αὗται γὰρ μόναι κινήσεις; —Ναί. 7 (6 H. G. M.) Τοῦ αὐτοῦ ἐκ τοῦ Τιμαίου (p. 43B). Ὡστε τὸ μὲν ὅλον κινεῖσθαι ζῷον, ἀτάκτως μὴν ὅπη τύχοι προῖέναι καὶ ἀλόγως, τὰς ἐξ ἀπάσας κινήσεις ἔχον· εἰς τε γὰρ τὸ πρόσθεν καὶ ὀπίσθεν καὶ πάλιν εἰς δεξιὰ καὶ ἀριστερά, κάτω τε καὶ ἄνω καὶ πάντῃ κατὰ τοὺς ἐξ τόπους πλανώμενα. 8 Τοῦ αὐτοῦ ἐκ τοῦ Θεαίτητου (p. 181C. D). Καὶ μοι λέγε· ἆρα κινεῖσθαι καλεῖς, ὅταν τι χώραν ἐκ χώρας μεταβάλλῃ, ἢ καὶ ἐν τῷ αὐτῷ στρέφῃται; —Ἐγώγε. —Τοῦτο μὲν τοίνυν ἐν ἔστω εἶδος· ὅταν δὲ ἢ μὲν ἐν τῷ αὐτῷ, γράφῃ δέ, ἢ μέλαν ἐκ λευκοῦ ἢ σκληρὸν ἐκ μαλακοῦ γίγνηται, ἢ τινα ἄλλην ἀλλοίωσιν ἀλλοιοῦται, ἆρα οὐχ ἄξιον ἕτερον εἶδος κινήσεως φάναι; —Ἀναγκαῖον μὲν οὖν. —Ἄνο δὴ λέγω τούτῳ εἴδη κινήσεως, ἀλλοίωσιν, τὴν δὲ περιφορὰν.