Ancient Greek
2.208.3
Joannes Stobaeus Anthologus, Anthologium 2.208.3
Unproofread scanNot analysed yet
9 Ἐν ταύτῳ (p. 152ᵈ—153ᵈ). Ἐγὼ ἐρῶ καὶ μᾶλα οὐ φαῦλον λόγον· ὡς ἆρα ἐν μὲν αὐτὸ καθ’ ἑαυτὸ οὐδὲν ἐστιν, οὐδ’ ἂν τι προσείποις ὁρθῶς οὐδ’ ὁποιοιοῦν τι, ἀλλ’ ἐὰν ὡς μέγα προσσαγορεύῃς τι, καὶ μικρὸν φανείη, καὶ ἐὰν βαρύ τι, κοῦφον, ξύμπαντά τε οὕτως, ὡς μηδενὸς ὄντος ἑνὸς μήτε τινὸς μήτε ὁποιοιοῦν· ἐκ δὲ δὴ φορᾶς τε καὶ κινήσεως καὶ κράσεως πρὸς ἄλληλα γίγνεται πάντα, ἃ δὴ φαμεν εἶναι, οὐχ ὁρθῶς προσσαγορεύοντες· ἐστι μὲν γὰρ οὐδέποτε οὐδέν, ἀεὶ δὴ γίγνεται. καὶ περὶ τούτου πάντες ἐξῆς οἱ σοφοὶ πλὴν Παρμενίδου συμφέρονται, Πρωταγόρας τε καὶ Ἡράκλειτος καὶ Ἐμπεδοκλῆς καὶ τῶν ποιητῶν οἱ ἄκροι τῆς ποιήσεως ἑκατέρας, κωμωδίας μὲν Ἐπίχαρμος, τραγωδίας δὲ Ὀμήρος, εἰπών,