Ancient Greek
2.214.3 to 2.214.4
Joannes Stobaeus Anthologus, Anthologium 2.214.3-4
Unproofread scanNot analysed yet
(II 1 p. 394 Mull.) Ἐπεὶ δ’ ἐν τῷ παντὶ τὸ μὲν γένεσις τὸ δὲ αἰτία γενέσιος, καὶ γένεσις μὲν ὅπου μεταβολὰ 15 καὶ ἐκβάσις τῷ ὑποκειμένῳ, αἰτία δὲ γενέσιος ὅπου ταντότητας καὶ ὑπόστασις τῷ ὑποκειμένῳ, φανερὸν ὅτι περὶ μὲν τὰν αἰτίαν τὰν γενέσιος τὸ τε ποιεῖν καὶ κινεῖν ἐστι, περὶ δὲ τὸ δεχόμενον τὰν γένεσιν τὸ τε πάσχειν καὶ τὸ κινεῖσθαι. Πρῶτος γὰρ ὕλη, τὸ πανδεχές, κοινὸν γὰρ ὑπόκειται [426] πᾶσιν· ὥστε πρῶτον μὲν τὸ δυνάμει σῶμα αἰσθητόν, ἀρχά· δεύτερον δὲ αἱ ἐναντιώσιες, οἷον θερμότητας καὶ ψυχρότητας καὶ ὑγρότης καὶ ξηρότας· τρίτον δὲ πῦρ καὶ ὕδωρ καὶ γα̂ καὶ ἀήρ, ταῦτα γὰρ μεταβάλλουσι ἐξ ἀλλήλα, αἱ δὲ ἐναντιώσιες μεταβάλλουσι.