Ancient Greek
2.215.2
Joannes Stobaeus Anthologus, Anthologium 2.215.2
Unproofread scanNot analysed yet
Παντελὴς δὲ φθορὰ τὰς περὶ τὰν γα̂ν διακοσμάσιος οὔτε γέγονεν οὔτε ἔσεται ποχά. Διὸ καὶ τοῖς λέγουσιν ταν τὰς Ἑλληνικὰς ἱστορίας ἀρχὰν ἀπὸ Ἰνάχω ἤμεν τῷ Ἀργείῳ ποθεκτέον οὕτως, ὡς οὐχ ἀπὸ τινος ἀρχὰς πράττας ἀλλὰ τὰς γενομένας μεταβολὰς κατ’ αὐτόν. Πολλάκις γὰρ ἤδη καὶ γέγονε καὶ ἔσεται βάρβαρος ὁ Ἕλλας, οὐχ ὑπ’ ἀνθρώπων μόνον γινομένα μετανάστατος, ἀλλὰ καὶ ὑπ’ αὐτὰς τὰς φύσιος, οὔτε μειζόνος οὔτε μειόνος αὐτὰς γινομένας, ἀλλὰ καινοτέρας ἀεὶ καὶ ποθ’ ἄμὲ ἀρχὰς λαμβανοίσας. Περὶ μὲν ὧν τῷ ὅλῳ καὶ παντός, ἐτι δὲ γενέσιος καὶ φθάρσιος τὰς ἐν αὐτῷ γινομένας, ὡς τ’ ἔχει ὡς θ’ ἔξει τὸν ἅπαντα αἰῶνα, τὰς μὲν ἀεικινάτω φύσιος