Ancient Greek
2.220.2 to 2.220.4
Joannes Stobaeus Anthologus, Anthologium 2.220.2-4
Unproofread scanNot analysed yet
Ὅτι δὲ τὸ πᾶν ἀίδιον, δηλοῖ σαφῶς· λέγει γοῦν ἐν Τιμαίῳ (p. 32ᶜ) οὕτως· Ἐκ τε δὴ τούτων καὶ τοιούτων καὶ τὸν ἀριθμὸν τετ- 20 τάρων τὸ τοῦ κόσμου σῶμα ἐγεννήθη δι’ ἀναλογίας ὁμολογῆσαν, φιλίαν τε ἔσχεκ ἐκ τούτων, ὥστ’ εἰς τὸ αὐτὸ αὐτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι. Χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονεν, ἵνα ἅμα γεννη- 25 θέντες ἅμα καὶ λυθῶσιν, ἂν ποτε λύσις τις αὐτῶν γίγνηται, καὶ κατὰ τὸ παράδειγμα τῆς διαιωνίας φύσεως, ἣν ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ἢ· τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰῶνά ἐστιν ὧν, ὁ δ’ αὐ διὰ τέλους τὸν ἅπαντα γεγονὼς τε καὶ ὢν καὶ ἐσόμενος.