Ancient Greek
2.221.2
Joannes Stobaeus Anthologus, Anthologium 2.221.2
Unproofread scanNot analysed yet
10 Ἐν ταύτῳ (p. 41A. B). Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατὴρ τε ἔργων, ἃ δι’ ἐμοῦ γιγνόμενα ἄλυτα ἐμοῦ γε θελοντος. Τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν· τὸ γε μὴν καλῶς ἀρμοσθὲν καὶ ἔχον εὖ λύειν θέλειν κακοῦ. Διὸ καὶ ὑμεῖς ἐπειπερ γεγέννησθε, ἀθάνατοι μὲν οὐκ ἐστέ, οὐδ’ ἄλυτοι τὸ πᾶμπαν, οὔτι μὲν δὴ λυθήσεσθὲ γε, οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἐτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίγνεσθε συνεδεῖσθε.