Ancient Greek
2.23.1
Joannes Stobaeus Anthologus, Anthologium 2.23.1
Unproofread scanNot analysed yet
πηγῆς ἔχον χώραν, ὅπερ οὕτως ἀποδιδόσθαι· ἄφ’ οὐ συμβαίνει ὠφελεῖσθαι ἢ ὑφ’ οὗ (τὸ δὲ πρῶτον εἶναι αἴτιον)· τὸ δεύτερον ἄφ’ ὃ συμβαίνει ὠφελεῖσθαι· κοινότερον δὲ καὶ ἐπιδιατεῖνον καὶ ἐπὶ τὰ προειρημένα τὸ ‘οἷον ὠφελεῖν’. Ὁμοίως δὲ καὶ τὸ κακὸν κατὰ τὴν τοῦ ἀγαθοῦ ἀναλογίαν ὑπογράφεσθαι. Τὸ μὲν οὖν ἄφ’ οὐ συμβαίνει βλάπτεσθαι ἢ ὑφ’ οὗ· τὸ δὲ ἄφ’ ὃ συμβαίνει βλάπτεσθαι· κοινότερον δὲ τούτων τὸ ‘οἷον βλάπτειν’.