Ancient Greek
2.23.2
Joannes Stobaeus Anthologus, Anthologium 2.23.2
Unproofread scanNot analysed yet
ρίζονται ἀγαθὸν εἶναι λέγοντες ἄφ’ οὗ συμβαίνει ὠφελεῖσθαι τῷ πρῶτον εἶναι αἰτίαν καὶ ὑφ’ οὗ· δεύτερον ἄφ’ ὃ συμβαίνει ὠφελεῖσθαι, ὥσπερ εἰ θερμαινόμενος τις ψύχους τῆς νόσου ἀπαλλάττεται· οὐ γὰρ τὸ θερμαῖνον ἀλλὰ τὸ θερμαίνεσθαι αἴτιον τῆς ὠφελείας· καὶ τρίτον ἐλεγον ἀγαθὸν κοινότερον καὶ ἐπὶ τὰ εἰρημένα διατεῖνον, τὸ οἷον εἶναι ὠφελον, ὅπερ οὐ τοῦ ὄντως ὄντος περιδράττεται ἀλλὰ τοῦ ἐν ὑπολήψει. Ὁμοίως τούτοις καὶ τὸ κακὸν εἶναι τρίτον· τὸ τε ἄφ’ οὐ συμβαίνει βλάπτεσθαι, ὡς ὁ καίόμενος ἀπὸ πυρός, καὶ τὸ ἄφ’ ὃ, ὡς ὁ χειμῶνος ὑπαιθρος διανυκτερεύσας· τὸ κοινότερον καὶ ἐπὶ τὰ ὄντως (an τὰ οὐκ ὄντως ὄντα;) ἀναφερόμενον, ὡς εἴ φάσκοι τις πρὸς τὴν αἴσθησιν ἀποβλέπων τὸν σωφροσύνης ἕνεκεν πόνους ἑαυτὸν ἐκδόντα ἀνιαρῶς διακεῖσθαι.