Ancient Greek
2.231.2
Joannes Stobaeus Anthologus, Anthologium 2.231.2
Unproofread scanNot analysed yet
Οὕτως γὰρ νοῶ, πάτερ, ἐξ ὧν λέγεις. <ERPM. >Ἔτι δὲ νόησον, Τάτ, ὅτι καὶ ἀπαθεῖς εἰσιν, 10 ὧν οἱ ἄλλοι ἀστέρες πάσχουσιν· οὔτε γὰρ ἐπεχόμενοι τὸν δρόμον στηρίζουσιν οὔτε κωλυόμενοι ἀναποδίζουσιν, ἀλλ’ οὐδὲ μὴν ὑπὸ τοῦ φωτὸς τοῦ ἡλίου σκέπονται, ἅπερ πάσχουσιν οἱ ἄλλοι ἀστέρες· ἐλεύθεροι δὲ ὄντες ἐπεράνῳ πάντων ὡςπερ φύλακες ἀκριβεῖς καὶ ἐπίσκοποι τοῦ παν- [474] τὸς περιέχονται τῷ νυχθημέρῳ τὸ πᾶν.