Ancient Greek
2.231.4
Joannes Stobaeus Anthologus, Anthologium 2.231.4
Unproofread scanNot analysed yet
Ἄρ’ οὖν καὶ οὗτοι, ὦ πάτερ, ἔχουσι πρὸς 15 ἡμᾶς ἐνέργειαν; <ERPM. >Τὴν μεγίστην, ὦ τέκνον. Εἰ γὰρ ἐκείνοις ἐνεργοῦσι, πῶς οὐ καὶ ἡμῖν; καὶ καθ’ ἕνα ἕκαστον καὶ κοινῇ; Οὕτως, ὦ τέκνον, τῶν καθολικῶς πάντων συμβαι- 20 νόντων τῇ ἐνεργείᾳ ἀπὸ τούτων ἐστίν. οἷον (ὃ λέγω νόησον) βασιλειῶν μετατροπαί, πόλεων ἐπαναστάσεις, λιμοί, λοιμοί, ἀμπώσεις θαλάσσης, γῆς σεισμοί, οὐδὲν τούτων, ὦ τέκνον, χωρὶς τῆς τούτων ἐνεργείας γίνεται. Ἔτι τε πρὸς τούτοις νόησον· εἰ γὰρ οὗτοι μὲν ἐπιστατοῦσιν ἐκεί- 25 νων, ἡμεῖς δὲ καὶ ὑπὸ τούς ἑπτὰ ἐσμεν, οὐ νοεῖς καὶ εἰς