Ancient Greek
2.233.4 to 2.234.3
Joannes Stobaeus Anthologus, Anthologium 2.233.4-2.234.3
Unproofread scanNot analysed yet
Ἕτερόν ἐστι γένος, ὦ Τάτ, τὸ τῶν καλουμένων κομητῶν, κατὰ καιρὸν ἐπιφαινομένων καὶ πάλιν μετὰ χρόνον ὀλίγον ἀφανῶν γινομένων, μήτε ἀνατελλόντων μήτε δυόντων μήτε διαλυομένων, οἵτινες φανεροὶ ἄγγελοι καὶ κήρυκες καθολικῶν ἀποτελεσμάτων γίνονται μελλόντων ἔσεσθαι· οὗτοι δὲ τὸν τόπον ἔχουσιν ὑπὸ τὸν κύκλον τὸν τοῦ ἡλίου. Ἐπὰν οὖν μέλλῃ τι τῷ κόσμῳ συμβαίνειν, οὕτοι φαίνονται φανέντες ὀλίγας ἡμέρας, πάλιν ὑπὸ τὸν κύκλον ἐλθόντες τοῦ ἡλίου ἀφανεῖς μένουσιν, ἐν τῷ ἀπηλιώτῃ φανέντες ,ἄλλοι δὲ ἐν τῷ βορεᾷ, ἄλλοι δὲ ἐν τῷ λιβί, ἄλλοι δὲ ἐν τῷ νότῳ· μάντεις δὲ τούτους προσηγορεύσαμεν. Καὶ ἀστέρων ἥδε φύσις. [Ἀστέρες δὲ ἀστρῶν διαφορὰν ἔχουσιν. Ἀστέρες μὲν γάρ εἰσιν οἱ ἐν τῷ οὐρανῷ αἰωρούμενοι, ἄστρα δὲ τὰ ἐγκείμενα ἐν τῷ σώματι τοῦ οὐρανοῦ, συμφερόμενα δὲ τῷ οὐρανῷ, ἐξ ὧν δώδεκα ζῳδία προσηγορεύσαμεν.] Ὁ ταῦτα μὴ ἀγνοήσας ἀκριβῶς δύναται νοῆσαι τὸν θεόν, εἰ δὲ καὶ τολμήσαντα δεῖ εἰπεῖν, καὶ αὐτόπτης γενόμενος θεάσασθαι καὶ θεασάμενος μακάριος γενέσθαι.