Ancient Greek
2.234.4
Joannes Stobaeus Anthologus, Anthologium 2.234.4
Unproofread scanNot analysed yet
Μακάριος ὡς ἀληθῶς, ὦ πάτερ, ὁ τοῦτον θεασάμενος. <EPM. >Ἄλλ᾽ ἀδύνατον, ὦ τέκνον, τὸν ἐν σώματι τούτου εὐτυχήσαι. Δεῖ δὲ προγυμνάζειν αὐτοῦ τινὰ τὴν ψυχὴν ἐνθάδε, ἵνα ἐκεῖ γενομένη, ὅπου αὐτὴν ἐξεστι θεάσασθαι, ὁδοῦ μὴ σφαλῇ. Ὅσοι δὲ ἄνθρωποι φιλοσώματοί εἰσιν, οὕτοι οὐκ ἂν ποτε θεάσαιτο τὴν τοῦ καλοῦ καὶ ἀγαθοῦ ὄψιν. Οἷον γάρ ἐστι κάλλος, ὦ τέκνον, τὸ μήτε σχῆμα μήτε χρῶμα μήτε σῶμα ἔχον.