Ancient Greek
2.235.9
Joannes Stobaeus Anthologus, Anthologium 2.235.9
Unproofread scanNot analysed yet
καὶ δαίμονα κυβερνήτιν καὶ κληδοῦχον ἐπονομάζει, δίκην τι σῶμα, μεθ’ ὃν παθητὰ πῦρ, ἀέρα, ὕδωρ, τελευταίαν δὲ γῆν. Περιέχεσθαι δὲ ταῦτα ὑπὸ τοῦ αἰθέρος, ἔνθα τὰ θεῖα διανενεμημένα κατὰ σφαῖρας ἴδρυται τῶν λεγομένων ἀπλανῶν τε καὶ πλανωμένων ἀστέρων. Ὅσας δὲ εἶναι τὰς σφαῖρας, τοσούτους ὑπάρχειν καὶ τοὺς κινοῦντας θεοὺς ταύτας, ὧν μέγιστον τὸν πάσας περιέχοντα, ζῷον ὄντα λογικὸν καὶ μακάριον, συνεκτικὸν καὶ προνοητικὸν τῶν οὐρανίων. Συνεστάναι δὲ τὰ ἄστρα καὶ τὸν οὐρανὸν ἐκ τοῦ αἰθέρος, τοῦτον δὲ οὔτε βαρὺν οὔτε κοῦφον οὔτε γεννητὸν οὔτε φθαρτὸν οὔτε αὔξομενον οὔτε μειούμενον ἐς ἀεὶ διαμένειν ἄτρεπτον καὶ ἀναλλοίωτον, πεπερασμένον καὶ σφαιροειδῆ καὶ ἐμψυχον, κινούμενον περὶ τὸ μέσον ἐγκυκλίως.