Ancient Greek
2.236.4
Joannes Stobaeus Anthologus, Anthologium 2.236.4
Unproofread scanNot analysed yet
Φιλόλαος πῦρ ἐν μέσῳ περὶ τὸ κέντρον, ὅπερ ἐστίαν τοῦ παντὸς καλεῖ καὶ Διὸς οἶκον καὶ μητέρα θεῶν, βωμὸν τε καὶ συνοχὴν καὶ μέτρον φύσεως· καὶ πάλιν πῦρ ἕτερον ἄνωτάτω, τὸ περιέχον. Πρῶτον δ’ εἶναι φύσει τὸ μέσον, περὶ δὲ τοῦτο δέκα σώματα θεῖα χορεύειν, οὐρανόν, τοὺς πλανήτας, μεθ’ οὓς ἥλιον, ὑφ’ ᾧ σελήνην, ὑφ’ ᾧ τὴν γῆν, ὑφ’ ᾧ τὴν ἀντίχθονα, μεθ’ ἣ σύμπαντα τὸ πῦρ, ἐστίας περὶ τὰ κέντρα τάξιν ἔπεχον. Τὸ μὲν οὖν ἄνωτάτω μέρος τοῦ περιέχοντος, ἐν ᾧ τὴν εἰλικρίνειαν εἶναι τῶν στοιχείων,