Ancient Greek
2.240.2 to 2.241.3
Joannes Stobaeus Anthologus, Anthologium 2.240.2-2.241.3
Unproofread scanNot analysed yet
ΠΕΡὶ ΤΗΣ ΟΥΡΑΝΟΥ ΟΥΣΙΑΣ ΚΑΙ ΔΙΑΙΡΕΣΕΩΣ. Ἄναξιμένης καὶ Παρμενίδης τὴν περιφορὰν τὴν ἐξωτάτω τῆς γῆς εἶναι τὸν οὐρανόν. Ἐπεδοχλῆς στερέμιον εἶναι τὸν οὐρανὸν ἐξ ἀέρος παγέντος ὑπὸ πυρὸς κρυσταλλοειδῶς, τὸ πυρώδες καὶ τὸ ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαιρίων περιέχοντα. Ἄναξιμάνδρος ἐκ θερμοῦ καὶ ψυχροῦ μίγματος. Παρμενίδης, Ἡράκλειτος, Στράτων, Ζήνων πύρινον εἶναι τὸν οὐρανόν. Ἀριστοτέλης ἐκ πέμπτου σώματος. Λέγει γοῦν ἐν τοῖς Περὶ τῆς φυσικῆς ἀκροάσεως καὶ οὐρανοῦ λόγους οὕτως. —Συνεστάναι δὲ τὰ ἄστρα καὶ τὸν οὐρανὸν ἐκ τοῦ αἰθέρος· τοῦτον δὲ οὔτε βαρὺν οὔτε κοῦφον οὔτε γεννητὸν οὔτε φθαρτὸν οὔτε αὐξόμενον οὔτε μειούμενον ἐς ἀεὶ διαμένειν ἄτρεπτον καὶ ἀναλλοίωτον, πεπερασμένον καὶ σφαιροειδῆ καὶ ἔμψυχον, κινούμενον περὶ τὸ μέσον ἐγκυκλίως.