Ancient Greek
2.241.4
Joannes Stobaeus Anthologus, Anthologium 2.241.4
Unproofread scanNot analysed yet
Θαλῆς Πυθαγόρας καὶ οἱ ἀπ’ αὐτοῦ μεμερίσθαι τὴν τοῦ παντὸς οὐρανοῦ σφαῖραν εἰς κύκλους πέντε, οὓςτινὰς προσαγορεύουσι ζῴνας· καλεῖται δ’ αὐτῶν ὁ μὲν ἄρκτικὸς τε καὶ ἀειφανής, ὁ δὲ θερινὸς τροπικὸς, ὁ δὲ ἰσημερινός, ὁ δὲ χειμερινὸς τροπικὸς, ὁ δὲ ἀνταρκτικὸς τε καὶ ἀφανής. Λοξὸς δὲ [ἐν] τοῖς τρισὶ μέσοις ὁ καλούμενος ζῳδιακὸς ὑποβέβληται, παραψαίων τῶν μέσων τριῶν. Πάντας δ’ αὐτοὺς ὁ μεσημβρινὸς πρὸς ὀρθὰς ἀπὸ τῶν ἄρκτων ἐπὶ τὸ ἀντικρὺ τέμνει.