Ancient Greek
2.248.2
Joannes Stobaeus Anthologus, Anthologium 2.248.2
Unproofread scanNot analysed yet
p. 492) γέγραφεv, ἐκ πυριδίων μὲν τῶν συναθροιζομένων τῆς ὑγρᾶς ἀναθυμιάσεως, συναθροιζόντων δὲ τὸν ἥλιον. [524] Ἀναξιμάνδρος κύκλον εἶναι ὀκτωκαιεκοσαπλασίονα τῆς γῆς, ἀρματείῳ τροχῷ παραπλήσιον, ἔχοντα κοίλην περιφέρειαν, πλήρη πυρός, κατὰ μέρος ἐκφαινοῦσαν διὰ στομίου τὸ πῦρ ὥσπερ διὰ πρηστήρος. —Καὶ τὸν μὲν ἥλιον ἴσον εἶναι τῇ γῇ· τὸν δὲ κύκλον ἀφ’ οὗ τὴν ἐκπνοὴν ἔχει καὶ ὑφ’ οὗ περιφέρεται εἶναι τοῦ προειρημένου μεγέθους. —Γίγνεσθαι δὲ τὴν ἐκλειψιν τοῦ στομίου τῆς τοῦ πυρὸς ἐκπνοῆς ἀποκλειομένου.